Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.133 Joseph. AJ 18.138 (English) >>Joseph. AJ 18.143

18.136καὶ τάδε μὲν τῶν ἀρσένων τέκνα. Ἡρωδιὰς δὲ αὐτῶν ἀδελφὴ γίνεται Ἡρώδῃ Ἡρώδου τοῦ μεγάλου παιδὶ γεγονότι ἐκ Μαριάμμης τῆς τοῦ Σίμωνος τοῦ ἀρχιερέως, καὶ αὐτοῖς Σαλώμη γίνεται, μεθʼ ἧς τὰς γονὰς Ἡρωδιὰς ἐπὶ συγχύσει φρονήσασα τῶν πατρίων Ἡρώδῃ γαμεῖται τοῦ ἀνδρὸς τῷ ὁμοπατρίῳ ἀδελφῷ διαστᾶσα ζῶντος. τὴν δὲ Γαλιλαίων τετραρχίαν οὗτος εἶχεν. 18.137 δὲ θυγάτηρ αὐτῆς Σαλώμη Φιλίππῳ γαμεῖται Ἡρώδου παιδὶ τῷ τετράρχῃ τῆς Τραχωνίτιδος, καὶ ἄπαιδος τελευτήσαντος Ἀριστόβουλος αὐτὴν ἄγεται Ἡρώδου παῖς τοῦ Ἀγρίππου ἀδελφοῦ. παῖδες δὲ ἐγένοντο αὐτοῖς τρεῖς Ἡρώδης Ἀγρίππας Ἀριστόβουλος. 18.138τοῦτο μὲν δὴ τὸ Φασαήλου καὶ Σαλαμψιοῦς ἐστι γένος. Κύπρῳ δʼ ἐξ Ἀντιπάτρου θυγάτηρ γίνεται Κύπρος, καὶ αὐτὴν Ἀλεξᾶς Ἐλκίας γαμεῖ τοῦ Ἀλεξᾶ, καὶ αὐτῆς θυγάτηρ ἦν Κύπρος. Ἡρώδης δὲ καὶ Ἀλέξανδρος, οὓς ἀδελφοὺς ἔφην Ἀντιπάτρου, ἄτεκνοι τελευτῶσιν. 18.139Ἀλεξάνδρῳ δὲ τῷ Ἡρώδου παιδὶ τοῦ βασιλέως τῷ ὑπὸ τοῦ πατρὸς ἀνῃρημένῳ Ἀλέξανδρος καὶ Τιγράνης ἐγεγόνεισαν υἱεῖς ἐκ τῆς Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως θυγατρός. καὶ Τιγράνης μὲν βασιλεύων Ἀρμενίας κατηγοριῶν αὐτοῦ ἐπὶ Ῥώμης γενομένων ἄπαις τελευτᾷ. 18.140Ἀλεξάνδρῳ δὲ Τιγράνης ὁμώνυμος τῷ ἀδελφῷ γίνεται παῖς καὶ βασιλεὺς Ἀρμενίας ὑπὸ Νέρωνος ἐκπέμπεται υἱός τε Ἀλέξανδρος αὐτῷ γίνεται. γαμεῖ δʼ οὗτος Ἀντιόχου τοῦ Κομμαγηνῶν βασιλέως θυγατέρα Ἰωτάπην, ἡσίοδός τε τῆς ἐν Κιλικίᾳ Οὐεσπασιανὸς αὐτὸν ἵσταται βασιλέα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.133 Joseph. AJ 18.138 (English) >>Joseph. AJ 18.143

Powered by PhiloLogic